Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.129 Joseph. AJ 8.133 (English) >>Joseph. AJ 8.137

8.131τὰ δὲ βασίλεια πολὺ τῆς ἀξίας τοῦ ναοῦ καταδεέστερα τυγχάνοντα τῷ μήτε τὴν ὕλην ἐκ τοσούτου χρόνου καὶ τῆς αὐτῆς ἡτοιμάσθαι φιλοτιμίας καὶ βασιλεῦσιν οἰκητήριον ἀλλʼ οὐ θεῷ γίνεσθαι, βράδιον ἠνύσθη. 8.132καὶ αὐτὰ μὲν οὖν ἄξια λόγου καὶ κατὰ τὴν εὐδαιμονίαν τῆς Ἑβραίων χώρας καὶ τοῦ βασιλέως ᾠκοδομήθη, τὴν δὲ ὅλην αὐτῶν διάταξιν καὶ τὴν διάθεσιν εἰπεῖν ἀναγκαῖον, ἵνʼ οὕτως ἐκ τούτου στοχάζεσθαι καὶ συνορᾶν ἔχωσι τὸ μέγεθος οἱ τῇ γραφῇ μέλλοντες ἐντυγχάνειν. 8.133

Οἶκος ἦν μέγας καὶ καλὸς πολλοῖς στύλοις ἐρηρεισμένος, ὃν εἰς τὰς κρίσεις καὶ τὴν τῶν πραγμάτων διάγνωσιν πλῆθος ὑποδέξασθαι καὶ χωρῆσαι σύνοδον ἀνθρώπων ἐπὶ δίκας συνεληλυθότων κατεσκεύασεν ἑκατὸν μὲν πηχῶν τὸ μῆκος εὖρος δὲ πεντήκοντα τὸ δʼ ὕψος τριάκοντα, κίοσι μὲν τετραγώνοις ἀνειλημμένον ἐκ κέδρου πᾶσιν, ἐστεγασμένον δὲ Κορινθίως, ἰσομέτροις δὲ φλιαῖς καὶ θυρώμασι τριγλύφοις ἀσφαλῆ τε ὁμοῦ καὶ κεκαλλωπισμένον. 8.134ἕτερος δὲ οἶκος ἦν ἐν μέσῳ κατὰ ὅλου τοῦ πλάτους τεταγμένος τετράγωνος εὖρος πηχῶν τριάκοντα, ἄντικρυς ἔχων ναὸν παχέσι στύλοις ἀνατεταμένον· ἦν δὲ ἐν αὐτῷ ἐξέδρα διαπρεπής, ἐν καθεζόμενος βασιλεὺς ἔκρινεν, παρέζευκτο κατεσκευασμένος ἄλλος οἶκος τῇ βασιλίσσῃ καὶ τὰ λοιπὰ τὰ πρὸς τὴν δίαιταν καὶ τὰς ἀναπαύσεις οἰκήματα μετὰ τὴν τῶν πραγμάτων ἀπόλυσιν, ἐστρωμένα πάντα σανίσι τετμημέναις ἐκ κέδρου.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.129 Joseph. AJ 8.133 (English) >>Joseph. AJ 8.137

Powered by PhiloLogic